Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.194 Joseph. BJ 3.203 (English) >>Joseph. BJ 3.209

3.200οὐχ ὁρᾶν δέ, τί παρακαθεζόμενος αὐτοῖς χρήσιμος εἴη νῦν, πλὴν εἰ μὴ Ῥωμαίους παροξύνων μᾶλλον ἐπὶ τὴν πολιορκίαν, οὓς περὶ πλείστου ποιεῖσθαι λαβεῖν αὐτόν· εἰ δʼ ἐκδράντα πύθοιντο, πολὺ τῆς ἐπὶ τὴν πόλιν ὁρμῆς ἀνήσειν. 3.201οὐκ ἔπειθεν δὲ τούτοις, ἀλλὰ μᾶλλον ἐξέκαυσεν τὸ πλῆθος αὐτοῦ περιέχεσθαι· παιδία γοῦν καὶ γέροντες καὶ γύναια μετὰ νηπίων ὀδυρόμενα προσέπιπτον αὐτῷ καὶ τοῖς ποσὶν ἐμπλεκόμενοι πάντες εἴχοντο, 3.202καὶ μετὰ κωκυτῶν

-- --

κοινωνὸν σφίσι τῆς τύχης μένειν ἱκέτευον, οὐ φθόνῳ τῆς ἐκείνου σωτηρίας, ἔμοιγε δοκεῖν, ἀλλʼ ἐλπίδι τῆς ἑαυτῶν· οὐδὲν γὰρ ἠξίουν πείσεσθαι δεινὸν Ἰωσήπου μένοντος. 3.203

δὲ πειθομένῳ μὲν ἱκετηρίαν ταῦτα νομίσας, βιαζομένῳ δὲ φρουράν, πολὺ δʼ αὐτοῦ τῆς εἰς τὴν ἀπόλειψιν ὁρμῆς καὶ τῶν ὀδυρομένων ἔκλασεν οἶκτος, 3.204μένειν τε ἔγνω, καὶ τὴν κοινὴν τῆς πόλεως ἀπόγνωσιν ὁπλισάμενος, “νῦν καιρός, εἰπών, ἄρχεσθαι μάχης, ὅτʼ ἐλπὶς οὐκ ἔστι σωτηρίας· καλὸν εὔκλειαν ἀντικαταλλαξάμενον τοῦ βίου καὶ δράσαντά τι γενναῖον εἰς μνήμην ὀψιγενῶν πεσεῖν”, ἐπʼ ἔργα τρέπεται. 3.205καὶ προελθὼν μετὰ τῶν μαχιμωτάτων διεσκίδνα τε τοὺς φρουροὺς καὶ μέχρι τοῦ στρατοπέδου τῶν Ῥωμαίων κατέτρεχεν, καὶ τὰς μὲν ἐπὶ τῶν χωμάτων δέρρεις, αἷς ὑπεσκήνουν, διέσπα, τοῖς δὲ ἔργοις ἐνέβαλλεν πῦρ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.194 Joseph. BJ 3.203 (English) >>Joseph. BJ 3.209

Powered by PhiloLogic